Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.621 Joseph. BJ 2.627 (English) >>Joseph. BJ 2.633

2.625τρισχιλίους μὲν ἀπέστησεν εὐθέως, οἳ παραγενόμενοι τὰ ὅπλα παρὰ τοῖς ποσὶν ἔρριψαν αὐτοῦ, σὺν δὲ τοῖς καταλειφθεῖσιν, ἦσαν δʼ ὅσον εἰς δισχιλίους Σύρων φυγάδες, ἀνέστελλεν Ἰωάννης πάλιν ἐπὶ τὰς λαθραίους ἐπιβουλὰς ἐκ τῶν φανερωτέρων. 2.626κρύφα γοῦν ἔπεμπεν ἀγγέλους εἰς Ἱεροσόλυμα διαβάλλων τὸν Ἰώσηπον ἐπὶ τῷ μεγέθει τῆς δυνάμεως, φάσκων ὅσον οὐδέπω τύραννον ἐλεύσεσθαι τῆς μητροπόλεως, εἰ μὴ προκαταληφθείη. 2.627ταῦθʼ μὲν δῆμος προειδὼς οὐ προσεῖχεν, οἱ δυνατοὶ δὲ κατὰ φθόνον καὶ τῶν ἀρχόντων τινὲς λάθρα τῷ Ἰωάννῃ χρήματα πρὸς συλλογὴν μισθοφόρων ἔπεμψαν, ὅπως πολεμῇ πρὸς Ἰώσηπον· ἐψηφίσαντο δὲ καθʼ ἑαυτοὺς καὶ μετακαλεῖν αὐτὸν ἀπὸ τῆς στρατηγίας. 2.628οὐ μὴν ἠξίουν ἀποχρήσειν τὸ δόγμα· δισχιλίους δὲ καὶ πεντακοσίους ὁπλίτας καὶ τέσσαρας τῶν ἐπιφανῶν ἄνδρας ἔστειλαν, τόν τε τοῦ Νομικοῦ Ἰώεσδρον καὶ Ἀνανίαν Σαδούκι καὶ Σίμωνα καὶ Ἰούδην Ἰωνάθου, πάντας εἰπεῖν δυνατωτάτους, ἵνʼ οὗτοι τὴν πρὸς τὸν Ἰώσηπον εὔνοιαν ἀποστρέψωσιν, κἂν μὲν ἑκὼν παραγένηται, λόγον ὑποσχεῖν ἐᾶν αὐτόν, εἰ δὲ βιάζοιτο μένειν, ὡς πολεμίῳ χρῆσθαι. 2.629Ἰωσήπῳ δὲ παραγίνεσθαι μὲν στρατιὰν ἐπεστάλκεσαν οἱ φίλοι, τὴν δʼ αἰτίαν οὐ προεδήλουν ἅτε δὴ λάθρα τῶν ἐχθρῶν βεβουλευμένων. διὸ καὶ μὴ προφυλαξαμένου τέσσαρες πόλεις εὐθέως πρὸς τοὺς διαφόρους ἀπέστησαν ἐλθόντας, Σέπφωρίς τε καὶ Γάβαρα καὶ

-- --

Γίσχαλα καὶ Τιβεριάς.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.621 Joseph. BJ 2.627 (English) >>Joseph. BJ 2.633

Powered by PhiloLogic